Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.307 Joseph. AJ 15.312 (English) >>Joseph. AJ 15.317

15.310ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων. 15.311ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτʼ ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι. 15.312τὸ δὲ σύμπαν ἀμήτου περὶ τὴν γῆν ὑποφανέντος οὐκ ἔλαττον πέντε μυριάδας ἀνθρώπων, οὓς αὐτὸς ἔθρεψεν καὶ περιεποίησεν, εἰς τὴν χώραν διέπεμψεν, καὶ τοῦτον τὸν τρόπον κακωθεῖσαν αὐτῷ τὴν βασιλείαν ὑπὸ πάσης φιλοτιμίας καὶ σπουδῆς ἀναλαβὼν οὐχ ἥκιστα καὶ τοὺς πέριξ ἐν ταῖς αὐταῖς κακοπαθείαις ὄντας ἐπεκούφισεν. 15.313οὐ γὰρ ἔσθʼ ὅστις ὑπὸ χρείας ἐντυχὼν ἀπελείφθη μὴ βοήθειαν εὕρασθαι κατὰ τὴν ἀξίαν. ἀλλὰ καὶ δῆμοι καὶ πόλεις καὶ τῶν ἰδιωτῶν ὅσοις ἀπορία διὰ τὸ πλειόνων προΐστασθαι συνετύγχανεν, ἐπʼ αὐτὸν καταφεύγοντες ἔσχον ὧν ἐδεήθησαν, 15.314ὥστε γενέσθαι λογιζομένων τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, δὲ κόρος δύναται μεδίμνους Ἀττικοὺς δέκα, τοὺς δʼ εἰς αὐτὴν τὴν βασιλείαν περὶ ὀκτάκις μυρίους.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.307 Joseph. AJ 15.312 (English) >>Joseph. AJ 15.317

Powered by PhiloLogic